1.85 Ἦν οἱ παῖς , τοῦ καὶ πρότερον ἐπεμνήσθην , τὰ μὲν ἄλλα ἐπιεικής , ἄφωνος δέ . Ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε ἄλλα τε ἐπιφραζόμενος καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους · δὲ Πυθίη οἱ εἶπε τάδε · ʹ Λυδὲ γένος , πολλῶν βασιλεῦ , μέγα νήπιε Κροῖσε , μὴ βούλευ πολύευκτον ἰὴν ἀνὰ δώματ’ ἀκούειν παιδὸς φθεγγομένου . Τὸ δέ σοι πολὺ λώιον ἀμφὶς ἔμμεναι · αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ . ʹ Ἁλισκομένου δὴ τοῦ τείχεος , ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων , Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε , οὐδέ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν · δὲ παῖς οὗτος ἄφωνος , ὡς εἶδε ἐπιόντα τὸν Πέρσην , ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν , εἶπε δέ · ʹ Ὤνθρωπε , μὴ κτεῖνε Κροῖσον . ʹ Οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο , μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης . ʹ