1.84 Σάρδιες δὲ ἥλωσαν ὧδε · ἐπειδὴ τεσσερεσκαιδεκάτη ἐγένετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ , Κῦρος τῇ στρατιῇ τῇ ἑωυτοῦ διαπέμψας ἱππέας προεῖπε τῷ πρώτῳ ἐπιβάντι τοῦ τείχεος δῶρα δώσειν . Μετὰ δὲ τοῦτο πειρησαμένης τῆς στρατιῆς , ὡς οὐ προεχώρεε , ἐνθαῦτα τῶν ἄλλων πεπαυμένων ἀνὴρ Μάρδος ἐπειρᾶτο προσβαίνων , τῷ οὔνομα ἦν Ὑροιάδης , κατὰ τοῦτο τῆς ἀκροπόλιος τῇ οὐδεὶς ἐτέτακτο φύλακος · οὐ γὰρ ἦν δεινὸν κατὰ τοῦτο μὴ ἁλῷ κοτε · ἀπότομός τε γάρ ἐστι ταύτῃ ἀκρόπολις καὶ ἄμαχος . Τῇ οὐδὲ Μήλης πρότερον βασιλεὺς Σαρδίων μούνῃ οὐ περιήνεικε τὸν λέοντα τόν οἱ παλλακὴ ἔτεκε , Τελμησσέων δικασάντων ὡς περιενειχθέντος τοῦ λέοντος τὸ τεῖχος ἔσονται Σάρδιες ἀνάλωτοι · δὲ Μήλης κατὰ τὸ ἄλλο τεῖχος περιενείκας , τῇ ἦν ἐπίμαχον τὸ χωρίον τῆς ἀκροπόλιος , κατηλόγησε τοῦτο ὡς ἐὸν ἄμαχόν τε καὶ ἀπότομον . Ἔστι δὲ πρὸς τοῦ Τμώλου τετραμμένον τῆς πόλιος . ὦν δὴ Ὑροιάδης οὗτος Μάρδος , ἰδὼν τῇ προτεραίῃ τῶν τινα Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλιος καταβάντα ἐπὶ κυνέην ἄνωθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον , ἐφράσθη καὶ ἐς θυμὸν ἐβάλετο . Τότε δὲ δὴ αὐτός τε ἀνεβεβήκεε καὶ κατ’ αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον · προσβάντων δὲ συχνῶν οὕτω δὴ Σάρδιές τε ἡλώκεσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο . Κατ’ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο .