1.79 Κῦρος δὲ αὐτίκα ἀπελαύνοντος Κροίσου μετὰ τὴν μάχην τὴν γενομένην ἐν τῇ Πτερίῃ , μαθὼν ὡς ἀπελάσας μέλλοι Κροῖσος διασκεδᾶν τὸν στρατόν , βουλευόμενος εὕρισκε πρῆγμά οἱ εἶναι ἐλαύνειν ὡς δύναιτο τάχιστα ἐπὶ τὰς Σάρδις , ὅκως πρὶν τὸ δεύτερον ἁλισθῆναι τῶν Λυδῶν τὴν δύναμιν αὐτὸς ἐπικαταλάβοι . Ὡς δέ οἱ ταῦτα ἔδοξε , καὶ ἐποίεε κατὰ τάχος · ἐλάσας γὰρ τὸν στρατὸν ἐς τὴν Λυδίην αὐτὸς ἄγγελος Κροίσῳ ἐληλύθεε . Ἐνθαῦτα Κροῖσος ἐς ἀπορίην πολλὴν ἀπιγμένος , ὥς οἱ παρὰ δόξαν ἔσχε τὰ πρήγματα ὡς αὐτὸς κατεδόκεε , ὅμως τοὺς Λυδοὺς ἐξῆγε ἐς μάχην . Ἦν δὲ τοῦτον τὸν χρόνον ἔθνος οὐδὲν ἐν τῇ Ἀσίῃ οὔτε ἀνδρηιότερον οὔτε ἀλκιμώτερον τοῦ Λυδίου . δὲ μάχη σφέων ἦν ἀπ’ ἵππων , δόρατά τε ἐφόρεον μεγάλα καὶ αὐτοὶ ἦσαν ἱππεύεσθαι ἀγαθοί .