1.80 Ἐς τὸ πεδίον δὲ συνελθόντων τοῦτο τὸ πρὸ τοῦ ἄστεός ἐστι τοῦ Σαρδιηνοῦ , ἐὸν μέγα τε καὶ ψιλόν διὰ δὲ αὐτοῦ ποταμοὶ ῥέοντες καὶ ἄλλοι καὶ Ὕλλος συρρηγνύουσι ἐς τὸν μέγιστον , καλεόμενον δὲ Ἕρμον , ὃς ἐξ ὄρεος ἱροῦ μητρὸς Δινδυμήνης ῥέων ἐκδιδοῖ ἐς θάλασσαν κατὰ Φωκαίην πόλιν , ἐνθαῦτα Κῦρος ὡς εἶδε τοὺς Λυδοὺς ἐς μάχην τασσομένους , καταρρωδήσας τὴν ἵππον ἐποίησε Ἁρπάγου ὑποθεμένου ἀνδρὸς Μήδου τοιόνδε · ὅσαι τῷ στρατῷ τῷ ἑωυτοῦ εἵποντο σιτοφόροι τε καὶ σκευοφόροι κάμηλοι , ταύτας πάσας ἁλίσας καὶ ἀπελὼν τὰ ἄχθεα ἄνδρας ἐπ’ αὐτὰς ἀνέβησε ἱππάδα στολὴν ἐνεσταλμένους , σκευάσας δὲ αὐτοὺς προσέταξε τῆς ἄλλης στρατιῆς προϊέναι πρὸς τὴν Κροίσου ἵππον , τῇ δὲ καμήλῳ ἕπεσθαι τὸν πεζὸν στρατὸν ἐκέλευε , ὄπισθε δὲ τοῦ πεζοῦ ἐπέταξε τὴν πᾶσαν ἵππον . Ὡς δέ οἱ πάντες διετετάχατο , παραίνεσε τῶν μὲν ἄλλων Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον , Κροῖσον δὲ αὐτὸν μὴ κτείνειν , μηδὲ ἢν συλλαμβανόμενος ἀμύνηται . Ταῦτα μὲν παραίνεσε , τὰς δὲ καμήλους ἔταξε ἀντία τῆς ἵππου τῶνδε εἵνεκεν · κάμηλον ἵππος φοβέεται καὶ οὐκ ἀνέχεται οὔτε τὴν ἰδέην αὐτῆς ὁρέων οὔτε τὴν ὀδμὴν ὀσφραινόμενος . Αὐτοῦ δὴ ὦν τούτου εἵνεκεν ἐσεσόφιστο , ἵνα τῷ Κροίσῳ ἄχρηστον τὸ ἱππικόν , τῷ δή τι καὶ ἐπεῖχε ἐλλάμψεσθαι Λυδός . Ὡς δὲ καὶ συνήισαν ἐς τὴν μάχην , ἐνθαῦτα ὡς ὤσφραντο τάχιστα τῶν καμήλων οἱ ἵπποι καὶ εἶδον αὐτάς , ὀπίσω ἀνέστρεφον , διέφθαρτό τε τῷ Κροίσῳ ἐλπίς . Οὐ μέντοι οἵ γε Λυδοὶ τὸ ἐνθεῦτεν δειλοὶ ἦσαν , ἀλλ’ , ὡς ἔμαθον τὸ γινόμενον , ἀποθορόντες ἀπὸ τῶν ἵππων πεζοὶ τοῖσι Πέρσῃσι συνέβαλλον . Χρόνῳ δὲ πεσόντων ἀμφοτέρων πολλῶν ἐτράποντο οἱ Λυδοί , κατειληθέντες δὲ ἐς τὸ τεῖχος ἐπολιορκέοντο ὑπὸ τῶν Περσέων . ʹ