1.78 Ταῦτα ἐπιλεγομένῳ Κροίσῳ τὸ προάστειον πᾶν ὀφίων ἐνεπλήσθη . Φανέντων δὲ αὐτῶν οἱ ἵπποι , μετιέντες τὰς νομὰς νέμεσθαι , φοιτῶντες κατήσθιον . Ἰδόντι δὲ τοῦτο Κροίσῳ , ὥσπερ καὶ ἦν , ἔδοξε τέρας εἶναι . Αὐτίκα δὲ ἔπεμπε θεοπρόπους ἐς Τελμησσέων τῶν ἐξηγητέων . Ἀπικομένοισι δὲ τοῖσι θεοπρόποισι καὶ μαθοῦσι πρὸς Τελμησσέων τὸ θέλει σημαίνειν τὸ τέρας , οὐκ ἐξεγένετο Κροίσῳ ἀπαγγεῖλαι · πρὶν γὰρ ὀπίσω σφέας ἀναπλῶσαι ἐς τὰς Σάρδις ἥλω Κροῖσος . Τελμησσέες μέντοι τάδε ἔγνωσαν , στρατὸν ἀλλόθροον προσδόκιμον εἶναι Κροίσῳ ἐπὶ τὴν χώρην , ἀπικόμενον δὲ τοῦτον καταστρέψεσθαι τοὺς ἐπιχωρίους , λέγοντες ὄφιν εἶναι γῆς παῖδα , ἵππον δὲ πολέμιόν τε καὶ ἐπήλυδα . Τελμησσέες μέν νυν ταῦτα ὑπεκρίναντο Κροίσῳ ἤδη ἡλωκότι , οὐδέν κω εἰδότες τῶν ἦν περὶ Σάρδις τε καὶ αὐτὸν Κροῖσον .