1.77 Κροῖσος δὲ μεμφθεὶς κατὰ τὸ πλῆθος τὸ ἑωυτοῦ στράτευμα ἦν γάρ οἱ συμβαλὼν στρατὸς πολλὸν ἐλάσσων Κύρου , τοῦτο μεμφθείς , ὡς τῇ ὑστεραίῃ οὐκ ἐπειρᾶτο ἐπιὼν Κῦρος , ἀπήλαυνε ἐς τὰς Σάρδις , ἐν νόῳ ἔχων παρακαλέσας μὲν Αἰγυπτίους κατὰ τὸ ὅρκιον ἐποιήσατο γὰρ καὶ πρὸς Ἄμασιν βασιλεύοντα Αἰγύπτου συμμαχίην πρότερον περ πρὸς Λακεδαιμονίους , μεταπεμψάμενος δὲ καὶ Βαβυλωνίους καὶ γὰρ πρὸς τούτους αὐτῷ ἐπεποίητο συμμαχίη , ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον τῶν Βαβυλωνίων Λαβύνητος , ἐπαγγείλας δὲ καὶ Λακεδαιμονίοισι παρεῖναι ἐς χρόνον ῥητόν , ἁλίσας τε δὴ τούτους καὶ τὴν ἑωυτοῦ συλλέξας στρατιὴν ἐνένωτο τὸν χειμῶνα παρεὶς ἅμα τῷ ἔαρι στρατεύειν ἐπὶ τοὺς Πέρσας . Καὶ μὲν ταῦτα φρονέων , ὡς ἀπίκετο ἐς τὰς Σάρδις , ἔπεμπε κήρυκας κατὰ τὰς συμμαχίας προερέοντας ἐς πέμπτον μῆνα συλλέγεσθαι ἐς Σάρδις · τὸν δὲ παρεόντα καὶ μαχεσάμενον στρατὸν Πέρσῃσι , ὅσος ἦν αὐτοῦ ξεινικός , πάντα ἀπεὶς διεσκέδασε , οὐδαμὰ ἐλπίσας μή κοτε ἄρα ἀγωνισάμενος οὕτω παραπλησίως Κῦρος ἐλάσῃ ἐπὶ Σάρδις .