1.76 Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης ἐς τὴν Πτερίην καλεομένην δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ ἰσχυρότατον , κατὰ Σινώπην πόλιν τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένη , ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους . Καὶ εἷλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο , εἷλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας , Συρίους τε οὐδὲν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε . Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ . Πρὶν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν , πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτό σφεας ἀπὸ Κροίσου ἀπιστάναι . Ἴωνες μέν νυν οὐκ ἐπείθοντο . Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ , ἐνθαῦτα ἐν τῇ Πτερίῃ χώρῃ ἐπειρῶντο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων . Μάχης δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν , τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης . Καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτως ἠγωνίσατο .