1.75 Τοῦτον δὴ ὦν τὸν Ἀστυάγεα Κῦρος ἐόντα ἑωυτοῦ μητροπάτορα καταστρεψάμενος εἶχε δι’ αἰτίην τὴν ἐγὼ ἐν τοῖσι ὀπίσω λόγοισι σημανέω . Τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ ἔς τε τὰ χρηστήρια ἔπεμπε εἰ στρατεύηται ἐπὶ Πέρσας , καὶ δὴ καί , ἀπικομένου χρησμοῦ κιβδήλου , ἐλπίσας πρὸς ἑωυτοῦ τὸν χρησμὸν εἶναι , ἐστρατεύετο ἐς τὴν Περσέων μοῖραν . Ὡς δὲ ἀπίκετο ἐπὶ τὸν Ἅλυν ποταμὸν Κροῖσος , τὸ ἐνθεῦτεν , ὡς μὲν ἐγὼ λέγω , κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατόν , ὡς δὲ πολλὸς λόγος Ἑλλήνων , Θαλῆς οἱ Μιλήσιος διεβίβασε . Ἀπορέοντος γὰρ Κροίσου ὅκως οἱ διαβήσεται τὸν ποταμὸν στρατός οὐ γὰρ δὴ εἶναί κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτας , λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῷ στρατοπέδῳ ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ῥέειν , ποιῆσαι δὲ ὧδε . Ἄνωθεν τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν , ἄγοντα μηνοειδέα , ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι , ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων , καὶ αὖτις , παραμειβόμενος τὸ στρατόπεδον , ἐς τὰ ἀρχαῖα ἐσβάλλοι , ὥστε , ἐπείτε καὶ ἐσχίσθη τάχιστα ποταμός , ἀμφοτέρῃ διαβατὸς ἐγένετο . Οἱ δὲ καὶ τὸ παράπαν λέγουσι καὶ τὸ ἀρχαῖον ῥέεθρον ἀποξηρανθῆναι · ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι · κῶς γὰρ ὀπίσω πορευόμενοι διέβησαν ἂν αὐτόν ;