1.74 Μετὰ δὲ ταῦτα , οὐ γὰρ δὴ Ἀλυάττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ , πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδοισι ἐγεγόνεε ἐπ’ ἔτεα πέντε , ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς Λυδοὺς ἐνίκησαν , πολλάκις δέ οἱ Λυδοὶ τοὺς Μήδους · ἐν δὲ καὶ νυκτομαχίην τινὰ ἐποιήσαντο · διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολῆς γενομένης συνήνεικε ὥστε , τῆς μάχης συνεστεώσης , τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι . Τὴν δὲ μεταλλαγὴν ταύτην τῆς ἡμέρης Θαλῆς Μιλήσιος τοῖσι Ἴωσι προηγόρευσε ἔσεσθαι , οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον ἐν τῷ δὴ καὶ ἐγένετο μεταβολή . Οἱ δὲ Λυδοί τε καὶ οἱ Μῆδοι ἐπείτε εἶδον νύκτα ἀντὶ ἡμέρης γενομένην , τῆς μάχης τε ἐπαύσαντο καὶ μᾶλλόν τι ἔσπευσαν καὶ ἀμφότεροι εἰρήνην ἑωυτοῖσι γενέσθαι . Οἱ δὲ συμβιβάσαντες αὐτοὺς ἦσαν οἵδε , Συέννεσίς τε Κίλιξ καὶ Λαβύνητος Βαβυλώνιος . Οὗτοί σφι καὶ τὸ ὅρκιον οἱ σπεύσαντες γενέσθαι ἦσαν , καὶ γάμων ἐπαλλαγὴν ἐποίησαν · Ἀλυάττην γὰρ ἔγνωσαν δοῦναι τὴν θυγατέρα Ἀρύηνιν Ἀστυάγεϊ τῷ Κυαξάρεω παιδί · ἄνευ γὰρ ἀναγκαίης ἰσχυρῆς συμβάσιες ἰσχυραὶ οὐκ ἐθέλουσι συμμένειν . Ὅρκια δὲ ποιέεται ταῦτα τὰ ἔθνεα τά πέρ τε Ἕλληνες , καὶ πρὸς τούτοισι , ἐπεὰν τοὺς βραχίονας ἐπιτάμωνται ἐς τὴν ὁμοχροίην , τὸ αἷμα ἀναλείχουσι ἀλλήλων . ʹ