1.73 Ἐστρατεύετο δὲ Κροῖσος ἐπὶ τὴν Καππαδοκίην τῶνδε εἵνεκα , καὶ γῆς ἱμέρῳ προσκτήσασθαι πρὸς τὴν ἑωυτοῦ μοῖραν βουλόμενος , καὶ μάλιστα τῷ χρηστηρίῳ πίσυνος ἐών , καὶ τείσασθαι θέλων ὑπὲρ Ἀστυάγεος Κῦρον . Ἀστυάγεα γὰρ τὸν Κυαξάρεω , ἐόντα Κροίσου μὲν γαμβρόν , Μήδων δὲ βασιλέα , Κῦρος Καμβύσεω καταστρεψάμενος εἶχε , γενόμενον γαμβρὸν Κροίσῳ ὧδε . Σκυθέων τῶν νομάδων ἴλη ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν · ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης Φραόρτεω τοῦ Δηιόκεω , ὃς τοὺς Σκύθας τούτους τὸ μὲν πρῶτον περιεῖπε εὖ ὡς ἐόντας ἱκέτας · ὥστε δὲ περὶ πολλοῦ ποιεύμενος αὐτούς , παῖδάς σφι παρέδωκε τὴν γλῶσσάν τε ἐκμαθεῖν καὶ τὴν τέχνην τῶν τόξων . Χρόνου δὲ γενομένου καὶ αἰεὶ φοιτώντων τῶν Σκυθέων ἐπ’ ἄγρην καὶ αἰεί τι φερόντων , καί κοτε συνήνεικε ἑλεῖν σφεας μηδέν · νοστήσαντας δὲ αὐτοὺς κεινῇσι χερσὶ Κυαξάρης ἦν γάρ , ὡς διέδεξε , ὀργὴν οὐκ ἄκρος τρηχέως κάρτα περιέσπε ἀεικείῃ . Οἱ δὲ ταῦτα πρὸς Κυαξάρεω παθόντες , ὥστε ἀνάξια σφέων αὐτῶν πεπονθότες , ἐβούλευσαν τῶν παρὰ σφίσι διδασκομένων παίδων ἕνα κατακόψαι , σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν , Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν , δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττην τὸν Σαδυάττεω ἐς Σάρδις . Ταῦτα καὶ ἐγένετο · καὶ γὰρ Κυαξάρης καὶ οἱ παρεόντες δαιτυμόνες τῶν κρεῶν τούτων ἐπάσαντο , καὶ οἱ Σκύθαι ταῦτα ποιήσαντες Ἀλυάττεω ἱκέται ἐγένοντο .