1.72 Οἱ δὲ Καππαδόκαι ὑπὸ Ἑλλήνων Σύριοι ὀνομάζονται · ἦσαν δὲ οἱ Σύριοι οὗτοι τὸ μὲν πρότερον Πέρσας ἄρξαι Μήδων κατήκοοι , τότε δὲ Κύρου . γὰρ οὖρος ἦν τῆς τε Μηδικῆς ἀρχῆς καὶ τῆς Λυδικῆς Ἅλυς ποταμός , ὃς ῥέει ἐξ Ἀρμενίου ὄρεος διὰ Κιλίκων , μετὰ δὲ Ματιηνοὺς μὲν ἐν δεξιῇ ἔχει ῥέων , ἐκ δὲ τοῦ ἑτέρου Φρύγας , παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμον ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει , ἐξ εὐωνύμου δὲ Παφλαγόνας . Οὕτως Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον πόντον · ἔστι δὲ αὐχὴν οὗτος τῆς χώρης ταύτης ἁπάσης · μῆκος ὁδοῦ εὐζώνῳ ἀνδρὶ πέντε ἡμέραι ἀναισιμοῦνται .