1.71 Κατὰ μέν νυν τὸν κρητῆρα οὕτως ἔσχε , Κροῖσος δὲ ἁμαρτὼν τοῦ χρησμοῦ ἐποιέετο στρατηίην ἐς Καππαδοκίην , ἐλπίσας καταιρήσειν Κῦρόν τε καὶ τὴν Περσέων δύναμιν . Παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας , τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφός , ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων , συνεβούλευσε Κροίσῳ τάδε οὔνομά οἱ ἦν Σάνδανις · ʹ βασιλεῦ , ἐπ’ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι , οἳ σκυτίνας μὲν ἀναξυρίδας , σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι , σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι , ἀλλ’ ὅσα ἔχουσι , χώρην ἔχοντες τρηχέαν . Πρὸς δὲ οὐκ οἴνῳ διαχρέωνται , ἀλλὰ ὑδροποτέουσι , οὐ σῦκα δὲ ἔχουσι τρώγειν , οὐκ ἄλλο ἀγαθὸν οὐδέν . Τοῦτο μὲν δή , εἰ νικήσεις , τί σφεας ἀπαιρήσεαι , τοῖσί γε μὴ ἔστι μηδέν ; Τοῦτο δέ , ἢν νικηθῇς , μάθε ὅσα ἀγαθὰ ἀποβαλέεις . Γευσάμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν περιέξονται οὐδὲ ἀπωστοὶ ἔσονται . Ἐγὼ μέν νυν θεοῖσι ἔχω χάριν , οἳ οὐκ ἐπὶ νόον ποιεῦσι Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς . ʹ Ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον . Πέρσῃσι γάρ , πρὶν Λυδοὺς καταστρέψασθαι , ἦν οὔτε ἁβρὸν οὔτε ἀγαθὸν οὐδέν .