1.70 Τούτων τε ὦν εἵνεκεν οἱ Λακεδαιμόνιοι τὴν συμμαχίην ἐδέξαντο , καὶ ὅτι ἐκ πάντων σφέας προκρίνας Ἑλλήνων αἱρέετο φίλους . Καὶ τοῦτο μὲν αὐτοὶ ἦσαν ἕτοιμοι ἐπαγγείλαντι , τοῦτο δὲ ποιησάμενοι κρητῆρα χάλκεον ζῳδίων τε ἔξωθεν πλήσαντες περὶ τὸ χεῖλος καὶ μεγάθεϊ τριηκοσίους ἀμφορέας χωρέοντα ἦγον , δῶρον βουλόμενοι ἀντιδοῦναι Κροίσῳ . Οὗτος κρητὴρ οὐκ ἀπίκετο ἐς Σάρδις δι’ αἰτίας διφασίας λεγομένας τάσδε · οἱ μὲν Λακεδαιμόνιοι λέγουσι ὡς , ἐπείτε ἀγόμενος ἐς τὰς Σάρδις κρητὴρ ἐγίνετο κατὰ τὴν Σαμίην , πυθόμενοι Σάμιοι ἀπελοίατο αὐτὸν νηυσὶ μακρῇσι ἐπιπλώσαντες · αὐτοὶ δὲ Σάμιοι λέγουσι ὡς , ἐπείτε ὑστέρησαν οἱ ἄγοντες τῶν Λακεδαιμονίων τὸν κρητῆρα , ἐπυνθάνοντο δὲ Σάρδις τε καὶ Κροῖσον ἡλωκέναι , ἀπέδοντο τὸν κρητῆρα ἐν Σάμῳ , ἰδιώτας δὲ ἄνδρας πριαμένους ἀναθεῖναί μιν ἐς τὸ Ἥραιον · τάχα δὲ ἂν καὶ οἱ ἀποδόμενοι λέγοιεν , ἀπικόμενοι ἐς Σπάρτην , ὡς ἀπαιρεθείησαν ὑπὸ Σαμίων .