1.69 Ταῦτα δὴ ὦν πάντα πυνθανόμενος Κροῖσος ἔπεμπε ἐς Σπάρτην ἀγγέλους δῶράς τε φέροντας καὶ δεησομένους συμμαχίης , ἐντειλάμενός τε τὰ λέγειν χρῆν . Οἱ δὲ ἐλθόντες ἔλεγον · ʹ Ἔπεμψε ἡμέας Κροῖσος Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , λέγων τάδε · ʹ Λακεδαιμόνιοι , χρήσαντος ʹ τοῦ θεοῦ τὸν Ἕλληνα φίλον προσθέσθαι , ὑμέας γὰρ πυνθά ʹ νομαι προεστάναι τῆς Ἑλλάδος , ὑμέας ὦν κατὰ τὸ χρη ʹ στήριον προσκαλέομαι φίλος τε θέλων γενέσθαι καὶ σύμ ʹ μαχος ἄνευ τε δόλου καὶ ἀπάτης . ʹ Κροῖσος μὲν δὴ ταῦτα δι’ ἀγγέλων ἐπεκηρυκεύετο , Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῳ γενόμενον ἥσθησάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὅρκια ξεινίης πέρι καὶ συμμαχίης . Καὶ γάρ τινες αὐτοὺς εὐεργεσίαι εἶχον ἐκ Κροίσου πρότερον ἔτι γεγονυῖαι · πέμψαντες γὰρ οἱ Λακεδαιμόνιοι ἐς Σάρδις χρυσὸν ὠνέοντο , ἐς ἄγαλμα βουλόμενοι χρήσασθαι τοῦτο τὸ νῦν τῆς Λακωνικῆς ἐν Θόρνακι ἵδρυται Ἀπόλλωνος , Κροῖσος δέ σφι ὠνεομένοισι ἔδωκε δωτίνην .