1.68 Τούτων ὦν τῶν ἀνδρῶν Λίχης ἀνεῦρε ἐν Τεγέῃ καὶ συντυχίῃ χρησάμενος καὶ σοφίῃ . Ἐούσης γὰρ τοῦτον τὸν χρόνον ἐπιμιξίης πρὸς τοὺς Τεγεήτας ἐλθὼν ἐς χαλκήιον ἐθηεῖτο σίδηρον ἐξελαυνόμενον καὶ ἐν θώματι ἦν ὁρέων τὸ ποιεύμενον . Μαθὼν δέ μιν χαλκεὺς ἀποθωμάζοντα εἶπε παυσάμενος τοῦ ἔργου · ʹ κου ἄν , ξεῖνε Λάκων , εἴ περ εἶδες τό περ ἐγώ , κάρτα ἂν ἐθώμαζες , ὅκου νῦν οὕτω τυγχάνεις θῶμα ποιεύμενος τὴν ἐργασίην τοῦ σιδήρου . Ἐγὼ γὰρ ἐν τῇδε θέλων ἐν τῇ αὐλῇ φρέαρ ποιήσασθαι , ὀρύσσων ἐπέτυχον σορῷ ἑπταπήχεϊ · ὑπὸ δὲ ἀπιστίης μὴ μὲν γενέσθαι μηδαμὰ μέζονας ἀνθρώπους τῶν νῦν ἄνοιξα αὐτὴν καὶ εἶδον τὸν νεκρὸν μήκεϊ ἴσον ἐόντα τῇ σορῷ . Μετρήσας δὲ συνέχωσα ὀπίσω . ʹ μὲν δή οἱ ἔλεγε τά περ ὀπώπεε , δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστην κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι , τῇδε συμβαλλόμενος · τοῦ χαλκέος δύο ὁρέων φύσας τοὺς ἀνέμους εὕρισκε ἐόντας , τὸν δὲ ἄκμονα καὶ τὴν σφῦραν τόν τε τύπον καὶ τὸν ἀντίτυπον , τὸν δὲ ἐξελαυνόμενον σίδηρον τὸ πῆμα ἐπὶ πήματι κείμενον , κατὰ τοιόνδε τι εἰκάζων , ὡς ἐπὶ κακῷ ἀνθρώπου σίδηρος ἀνεύρηται . Συμβαλόμενος δὲ ταῦτα καὶ ἀπελθὼν ἐς Σπάρτην ἔφραζε Λακεδαιμονίοισι πᾶν τὸ πρῆγμα . Οἱ δὲ ἐκ λόγου πλαστοῦ ἐπενείκαντές οἱ αἰτίην ἐδίωξαν . δὲ ἀπικόμενος ἐς Τεγέην καὶ φράζων τὴν ἑωυτοῦ συμφορὴν πρὸς τὸν χαλκέα ἐμισθοῦτο παρ’ οὐκ ἐκδιδόντος τὴν αὐλήν . Χρόνῳ δὲ ὡς ἀνέγνωσε , ἐνοικίσθη , ἀνορύξας δὲ τὸν τάφον καὶ τὰ ὀστέα συλλέξας οἴχετο φέρων ἐς Σπάρτην . Καὶ ἀπὸ τούτου τοῦ χρόνου , ὅκως πειρῴατο ἀλλήλων , πολλῷ κατυπέρτεροι τῷ πολέμῳ ἐγίνοντο οἱ Λακεδαιμόνιοι · ἤδη δέ σφι καὶ πολλὴ τῆς Πελοποννήσου ἦν κατεστραμμένη .