1.67 Κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως ἀεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας , κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν , τρόπῳ τοιῷδε γενόμενοι . Ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων , πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο . δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους . Ὡς δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω , ἔπεμπον αὖτις ἐς τὸν θεὸν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης . Εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει Πυθίη τάδε · ʹ Ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ , ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης , καὶ τύπος ἀντίτυπος , καὶ πῆμ’ ἐπὶ πήματι κεῖται . Ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα · τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ . ʹ Ὡς δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι , ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον , πάντα διζήμενοι , ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε . Οἱ δὲ ἀγαθοεργοί εἰσι τῶν ἀστῶν , ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι , πέντε ἔτεος ἑκάστου · τοὺς δεῖ τοῦτον τὸν ἐνιαυτόν , τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων , Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ .