1.66 Οὕτω μὲν μεταβαλόντες εὐνομήθησαν , τῷ δὲ Λυκούργῳ τελευτήσαντι ἱρὸν εἱσάμενοι σέβονται μεγάλως . Οἷα δὲ ἔν τε χώρῃ ἀγαθῇ καὶ πλήθεϊ οὐκ ὀλίγῳ ἀνδρῶν , ἀνά τε ἔδραμον αὐτίκα καὶ εὐθενήθησαν . Καὶ δή σφι οὐκέτι ἀπέχρα ἡσυχίην ἄγειν , ἀλλὰ καταφρονήσαντες Ἀρκάδων κρέσσονες εἶναι ἐχρηστηριάζοντο ἐν Δελφοῖσι ἐπὶ πάσῃ τῇ Ἀρκάδων χώρῃ . δὲ Πυθίη σφι χρᾷ τάδε · ʹ Ἀρκαδίην μ’ αἰτεῖς ; Μέγα μ’ αἰτεῖς · οὔ τοι δώσω . Πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν , οἵ σ’ ἀποκωλύσουσιν . Ἐγὼ δέ τοι οὔτι μεγαίρω · δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι . ʹ Ταῦτα ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Λακεδαιμόνιοι , Ἀρκάδων μὲν τῶν ἄλλων ἀπείχοντο , οἱ δὲ πέδας φερόμενοι ἐπὶ Τεγεήτας ἐστρατεύοντο , χρησμῷ κιβδήλῳ πίσυνοι , ὡς δὴ ἐξανδραποδιεύμενοι τοὺς Τεγεήτας . Ἑσσωθέντες δὲ τῇ συμβολῇ , ὅσοι αὐτῶν ἐζωγρήθησαν , πέδας τε ἔχοντες τὰς ἐφέροντο αὐτοὶ καὶ σχοίνῳ διαμετρησάμενοι τὸ πεδίον τὸ Τεγεητέων ἐργάζοντο . Αἱ δὲ πέδαι αὗται ἐν τῇσι ἐδεδέατο ἔτι καὶ ἐς ἐμὲ ἦσαν σόαι ἐν Τεγέῃ , περὶ τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης κρεμάμεναι .