1.65 Τοὺς μέν νυν Ἀθηναίους τοιαῦτα τὸν χρόνον τοῦτον ἐπυνθάνετο Κροῖσος κατέχοντα , τοὺς δὲ Λακεδαιμονίους ἐκ κακῶν τε μεγάλων πεφευγότας καὶ ἐόντας ἤδη τῷ πολέμῳ κατυπερτέρους Τεγεητέων . Ἐπὶ γὰρ Λέοντος βασιλεύοντος καὶ Ἡγησικλέος ἐν Σπάρτῃ τοὺς ἄλλους πολέμους εὐτυχέοντες οἱ Λακεδαιμόνιοι πρὸς Τεγεήτας μούνους προσέπταιον . Τὸ δὲ ἔτι πρότερον τούτων καὶ κακονομώτατοι ἦσαν σχεδὸν πάντων Ἑλλήνων κατά τε σφέας αὐτοὺς καὶ ξείνοισι ἀπρόσμικτοι . Μετέβαλον δὲ ὧδε ἐς εὐνομίην · Λυκούργου τῶν Σπαρτιητέων δοκίμου ἀνδρὸς ἐλθόντος ἐς Δελφοὺς ἐπὶ τὸ χρηστήριον , ὡς ἐσήιε ἐς τὸ μέγαρον , ἰθὺς Πυθίη λέγει τάδε · ʹ Ἥκεις , Λυκόοργε , ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι . Δίζω σε θεὸν μαντεύσομαι ἄνθρωπον · ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι , Λυκόοργε . ʹ Οἱ μὲν δή τινες πρὸς τούτοισι λέγουσι καὶ φράσαι αὐτῷ τὴν Πυθίην τὸν νῦν κατεστεῶτα κόσμον Σπαρτιήτῃσι · ὡς δ’ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι , Λυκοῦργον ἐπιτροπεύσαντα Λεωβώτεω , ἀδελφιδέου μὲν ἑωυτοῦ , βασιλεύοντος δὲ Σπαρτιητέων , ἐκ Κρήτης ἀγαγέσθαι ταῦτα . Ὡς γὰρ ἐπετρόπευσε τάχιστα , μετέστησε τὰ νόμιμα πάντα καὶ ἐφύλαξε ταῦτα μὴ παραβαίνειν . Μετὰ δὲ τὰ ἐς πόλεμον ἔχοντα , ἐνωμοτίας καὶ τριηκάδας καὶ συσσίτια , πρός τε τούτοισι τοὺς ἐφόρους καὶ γέροντας ἔστησε Λυκοῦργος .