1.56 Μετὰ δὲ ταῦτα ἐφρόντιζε ἱστορέων τοὺς ἂν Ἑλλήνων δυνατωτάτους ἐόντας προσκτήσαιτο φίλους . Ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους τε καὶ Ἀθηναίους προέχοντας , τοὺς μὲν τοῦ Δωρικοῦ γένεος , τοὺς δὲ τοῦ Ἰωνικοῦ . Ταῦτα γὰρ ἦν τὰ προκεκριμένα , ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικόν , τὸ δὲ Ἑλληνικὸν ἔθνος . Καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε , τὸ δὲ πολυπλάνητον κάρτα . Ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν φθιῶτιν , ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην , καλεομένην δὲ Ἱστιαιῶτιν · ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων , οἴκεε ἐν Πίνδῳ , Μακεδνὸν καλεόμενον · ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη , καὶ ἐκ τῆς Δρυοπίδος οὕτως ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη .