1.57 Ἥντινα δὲ γλῶσσαν ἵεσαν οἱ Πελασγοί , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν · εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρότωνα πόλιν οἰκεόντων , οἳ ὅμουροί κοτε ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι οἴκεον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην , καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκισάντων ἐν Ἑλλησπόντῳ , οἳ σύνοικοι ἐγένοντο Ἀθηναίοισι , καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε , εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν , ἦσαν οἱ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες . Εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν , τὸ Ἀττικὸν ἔθνος , ἐὸν Πελασγικόν , ἅμα τῇ μεταβολῇ τῇ ἐς Ἕλληνας καὶ τὴν γλῶσσαν μετέμαθε . Καὶ γὰρ δὴ οὔτε οἱ Κροτωνιῆται οὐδαμοῖσι τῶν νῦν σφεας περιοικεόντων εἰσὶ ὁμόγλωσσοι οὔτε οἱ Πλακιηνοί , σφίσι δὲ ὁμόγλωσσοι , δηλοῦσί τε ὅτι τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία , τοῦτον ἔχουσι ἐν φυλακῇ .
1.58 Τὸ δὲ Ἑλληνικὸν γλώσσῃ μέν , ἐπείτε ἐγένετο , αἰεί κοτε τῇ αὐτῇ διαχρᾶται , ὡς ἐμοὶ καταφαίνεται εἶναι . Ἀποσχισθὲν μέντοι ἀπὸ τοῦ Πελασγικοῦ ἐὸν ἀσθενές , ἀπὸ σμικροῦ τεο τὴν ἀρχὴν ὁρμώμενον αὔξηται ἐς πλῆθος τῶν ἐθνέων , Πελασγῶν πολλῶν μάλιστα προσκεχωρηκότων αὐτῷ καὶ ἄλλων ἐθνέων βαρβάρων συχνῶν · πρὸς δὴ ὦν ἔμοιγε δοκέει οὐδέ τι Πελασγικὸν ἔθνος , ἐὸν βάρβαρον , οὐδαμὰ μεγάλως αὐξηθῆναι .