1.54 Ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο Κροῖσος , ὑπερήσθη τε τοῖσι χρηστηρίοισι , πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται , πυθόμενος αὐτῶν τὸ πλῆθος , κατ’ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ . Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον .
1.55 Δωρησάμενος δὲ τοὺς Δελφοὺς Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον · ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντηίου ἀληθείην , ἐνεφορέετο αὐτοῦ . Ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος , εἴ οἱ πολυχρόνιος ἔσται μουναρχίη . δὲ Πυθίη οἱ χρᾷ τάδε · ʹ Ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται , καὶ τότε , Λυδὲ ποδαβρέ , πολυψήφιδα παρ’ Ἕρμον φεύγειν μηδὲ μένειν , μηδ’ αἰδεῖσθαι κακὸς εἶναι . ʹ Τούτοισι ἐλθοῦσι τοῖσι ἔπεσι Κροῖσος πολλόν τι μάλιστα πάντων ἥσθη , ἐλπίζων ἡμίονον οὐδαμὰ ἀντ’ ἀνδρὸς βασιλεύσειν Μήδων , οὐδ’ ὦν αὐτὸς οὐδ’ οἱ ἐξ αὐτοῦ παύσεσθαί κοτε τῆς ἀρχῆς .