1.52 Ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε · τῷ δὲ Ἀμφιάρεῳ , πυθόμενος αὐτοῦ τήν τε ἀρετὴν καὶ τὴν πάθην , ἀνέθηκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμὴν στερεὴν πᾶσαν χρυσέην , τὸ ξυστὸν τῇσι λόγχῃσι ἐὸν ὁμοίως χρύσεον · τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἦν κείμενα ἐν Θήβῃσι , καὶ Θηβέων ἐν τῷ νηῷ τοῦ Ἰσμηνίου Ἀπόλλωνος . ʹ
1.53 Τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον . Ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα , ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες · ʹ Κροῖσος Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς , νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι , ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων , καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον . ʹ Οἱ μὲν ταῦτα ἐπειρώτων , τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὠυτὸ αἱ γνῶμαι συνέδραμον , προλέγουσαι Κροίσῳ , ἢν στρατεύηται ἐπὶ Πέρσας , μεγάλην ἀρχήν μιν καταλύσειν · τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι .