1.51 Ἐπιτελέσας δὲ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφοὺς καὶ τάδε ἄλλα ἅμα τοῖσι · κρητῆρας δύο μεγάθεϊ μεγάλους , χρύσεον καὶ ἀργύρεον , τῶν μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν , δὲ ἀργύρεος ἐπ’ ἀριστερά · μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα , καὶ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ , ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας , δὲ ἀργύρεος ἐπὶ τοῦ προνηΐου τῆς γωνίης , χωρέων ἀμφορέας ἑξακοσίους · ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι · φασὶ δέ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι , καὶ ἐγὼ δοκέω · οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι . Καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε , οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι , καὶ περιρραντήρια δύο ἀνέθηκε , χρύσεόν τε καὶ ἀργύρεον , τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φάμενον εἶναι ἀνάθημα , οὐκ ὀρθῶς λέγον · ἔστι γὰρ καὶ τοῦτο Κροίσου , ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι , τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι · ἀλλ’ μὲν παῖς , δι’ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ , Λακεδαιμονίων ἐστί , οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον . Ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι Κροῖσος καὶ χεύματα ἀργύρεα κυκλοτερέα , καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ , τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι . Πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε Κροῖσος καὶ τὰς ζώνας .