1.50 Μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο · κτήνεά τε γὰρ τὰ θύσιμα πάντα τρισχίλια ἔθυσε , κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους καὶ φιάλας χρυσέας καὶ εἵματα πορφύρεα καὶ κιθῶνας νήσας πυρὴν μεγάλην κατέκαιε , ἐλπίζων τὸν θεὸν μᾶλλόν τι τούτοισι ἀνακτήσεσθαι , Λυδοῖσί τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τοῦτο τι ἔχοι ἕκαστος . Ὡς δὲ ἐκ τῆς θυσίης ἐγένετο , καταχεάμενος χρυσὸν ἄπλετον ἡμιπλίνθια ἐξ αὐτοῦ ἐξήλαυνε , ἐπὶ μὲν τὰ μακρότερα ποιέων ἑξαπάλαιστα , ἐπὶ δὲ τὰ βραχύτερα τριπάλαιστα , ὕψος δὲ παλαιστιαῖα , ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν , καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα , τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα , τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ , σταθμὸν διτάλαντα . Ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου , ἕλκουσαν σταθμὸν τάλαντα δέκα · οὗτος λέων , ἐπείτε κατεκαίετο ἐν Δελφοῖσι νηός , κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων ἐπὶ γὰρ τούτοισι ἵδρυτο καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ , ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον · ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον .