1.46 Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος · μετὰ δὲ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε , ἐνέβησε δὲ ἐς φροντίδα , εἴ κως δύναιτο , πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας , καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν . Μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντηίων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ , διαπέμψας ἄλλους ἄλλῃ , τοὺς μὲν ἐς Δελφοὺς ἰέναι , τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων , τοὺς δὲ ἐς Δωδώνην · οἱ δέ τινες ἐπέμποντο παρά τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον , οἱ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας · ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος · Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστειλε ἄλλους χρησομένους . Διέπεμπε δὲ πειρώμενος τῶν μαντηίων τι φρονέοιεν , ὡς , εἰ φρονέοντα τὴν ἀληθείην εὑρεθείη , ἐπείρηταί σφεα δεύτερα πέμπων εἰ ἐπιχειρέοι ἐπὶ Πέρσας στρατεύεσθαι .