1.45 Παρῆσαν δὲ μετὰ τοῦτο οἱ Λυδοὶ φέροντες τὸν νεκρόν , ὄπισθε δὲ εἵπετό οἱ φονεύς . Στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ παρεδίδου ἑωυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας , ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ , λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορήν , καὶ ὡς ἐπ’ ἐκείνῃ τὸν καθήραντα ἀπολωλεκὼς εἴη , οὐδέ οἱ εἴη βιώσιμον . Κροῖσος δὲ τούτων ἀκούων τόν τε Ἄδρηστον κατοικτίρει , καίπερ ἐὼν ἐν κακῷ οἰκηίῳ τοσούτῳ , καὶ λέγει πρὸς αὐτόν · ʹ Ἔχω , ξεῖνε , παρὰ σέο πᾶσαν τὴν δίκην , ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον . Εἶς δὲ οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος , εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο , ἀλλὰ θεῶν κού τις , ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι . ʹ Κροῖσος μέν νυν ἔθαψε , ὡς οἰκὸς ἦν , τὸν ἑωυτοῦ παῖδα · Ἄδρηστος δὲ Γορδίεω τοῦ Μίδεω , οὗτος δὴ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος , φονεὺς δὲ τοῦ καθήραντος , ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα , συγγινωσκόμενος ἀνθρώπων εἶναι τῶν αὐτὸς ᾔδεε βαρυσυμφορώτατος , ἐπικατασφάζει τῷ τύμβῳ ἑωυτόν . ʹ