1.47 Ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων , ἀπ’ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων , ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι , ἐπειρωτῶντας ʹ τι ποιέων τυγχάνοι Λυδῶν βασιλεὺς Κροῖσος Ἀλυάττεω ʹ · ἅσσα δ’ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ , συγγραψαμένους ἀναφέρειν παρ’ ἑωυτόν . τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε , οὐ λέγεται πρὸς οὐδαμῶν · ἐν δὲ Δελφοῖσι , ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον , Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε · ʹ Οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης , καὶ κωφοῦ συνίημι καὶ οὐ φωνεῦντος ἀκούω . Ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέεσσιν , χαλκὸς μὲν ὑπέστρωται , χαλκὸν δ’ ἐπίεσται . ʹ