1.44 δὲ Κροῖσος τῷ θανάτῳ τοῦ παιδὸς συντεταραγμένος μᾶλλόν τι ἐδεινολογέετο ὅτι μιν ἀπέκτεινε τὸν αὐτὸς φόνου ἐκάθηρε . Περιημεκτέων δὲ τῇ συμφορῇ δεινῶς ἐκάλεε μὲν Δία καθάρσιον , μαρτυρόμενος τὰ ὑπὸ τοῦ ξείνου πεπονθὼς εἴη , ἐκάλεε δὲ ἐπίστιόν τε καὶ ἑταιρήιον , τὸν αὐτὸν τοῦτον ὀνομάζων θεόν , τὸν μὲν ἐπίστιον καλέων , διότι δὴ οἰκίοισι ὑποδεξάμενος τὸν ξεῖνον φονέα τοῦ παιδὸς ἐλάνθανε βόσκων , τὸν δὲ ἑταιρήιον , ὡς φύλακον συμπέμψας αὐτὸν εὑρήκοι πολεμιώτατον .