1.42 Ἀμείβεται Ἄδρηστος · ʹ βασιλεῦ , ἄλλως μὲν ἔγωγε ἂν οὐκ ἤια ἐς ἄεθλον τοιόνδε · οὔτε γὰρ συμφορῇ τοιῇδε κεχρημένον οἰκός ἐστι ἐς ὁμήλικας εὖ πρήσσοντας ἰέναι , οὔτε τὸ βούλεσθαι πάρα , πολλαχῇ τε ἂν ἶσχον ἐμεωυτόν . Νῦν δέ , ἐπείτε σὺ σπεύδεις καὶ δεῖ τοι χαρίζεσθαι ὀφείλω γάρ σε ἀμείβεσθαι χρηστοῖσι , ποιέειν εἰμὶ ἕτοιμος ταῦτα , παῖδά τε σόν , τὸν διακελεύεαι φυλάσσειν , ἀπήμονα τοῦ φυλάσσοντος εἵνεκεν προσδόκα τοι ἀπονοστήσειν . ʹ
1.43 Τοιούτοισι ἐπείτε οὗτος ἀμείψατο Κροῖσον , ἤισαν μετὰ ταῦτα ἐξηρτυμένοι λογάσι τε νεηνίῃσι καὶ κυσί . Ἀπικόμενοι δὲ ἐς τὸν Ὄλυμπον τὸ ὄρος ἐζήτεον τὸ θηρίον , εὑρόντες δὲ καὶ περιστάντες αὐτὸ κύκλῳ ἐσηκόντιζον . Ἔνθα δὴ ξεῖνος , οὗτος δὴ καθαρθεὶς τὸν φόνον , καλεόμενος δὲ Ἄδρηστος , ἀκοντίζων τὸν ὗν τοῦ μὲν ἁμαρτάνει , τυγχάνει δὲ τοῦ Κροίσου παιδός . μὲν δὴ βληθεὶς τῇ αἰχμῇ ἐξέπλησε τοῦ ὀνείρου τὴν φήμην , ἔθεε δέ τις ἀγγελέων τῷ Κροίσῳ τὸ γεγονός , ἀπικόμενος δὲ ἐς τὰς Σάρδις τήν τε μάχην καὶ τὸν τοῦ παιδὸς μόρον ἐσήμηνέ οἱ .