1.39 Ἀμείβεται νεηνίης τοῖσδε · ʹ Συγγνώμη μέν , πάτερ , τοι , ἰδόντι γε ὄψιν τοιαύτην , περὶ ἐμὲ φυλακὴν ἔχειν · τὸ δὲ οὐ μανθάνεις , ἀλλὰ λέληθέ σε τὸ ὄνειρον , ἐμέ τοι δίκαιόν ἐστι φράζειν . Φής τοι τὸ ὄνειρον ὑπὸ αἰχμῆς σιδηρέης φάναι ἐμὲ τελευτήσειν . Ὑὸς δὲ κοῖαι μέν εἰσι χεῖρες ; κοίη δὲ αἰχμὴ σιδηρέη , τὴν σὺ φοβέαι ; Εἰ μὲν γὰρ ὑπὸ ὀδόντος τοι εἶπε τελευτήσειν με ἄλλου τεὸ τι τούτῳ ἔοικε , χρῆν δή σε ποιέειν τὰ ποιέεις · νῦν δὲ ὑπὸ αἰχμῆς . Ἐπείτε ὦν οὐ πρὸς ἄνδρας ἡμῖν γίνεται μάχη , μέθες με . ʹ
1.40 Ἀμείβεται Κροῖσος · ʹ παῖ , ἔστι τῇ με νικᾷς γνώμην ἀποφαίνων περὶ τοῦ ἐνυπνίου · ὡς ὦν νενικημένος ὑπὸ σέο μεταγινώσκω μετίημί τέ σε ἰέναι ἐπὶ τὴν ἄγρην . ʹ
1.41 Εἴπας δὲ ταῦτα Κροῖσος μεταπέμπεται τὸν Φρύγα Ἄδρηστον , ἀπικομένῳ δέ οἱ λέγει τάδε · ʹ Ἄδρηστε , ἐγώ σε συμφορῇ πεπληγμένον ἀχάρι , τήν τοι οὐκ ὀνειδίζω , ἐκάθηρα καὶ οἰκίοισι ὑποδεξάμενος ἔχω παρέχων πᾶσαν δαπάνην · νῦν ὦν , ὀφείλεις γὰρ ἐμέο προποιήσαντος χρηστὰ ἐς σὲ χρηστοῖσί με ἀμείβεσθαι , φύλακον παιδός σε τοῦ ἐμοῦ χρηίζω γενέσθαι ἐς ἄγρην ὁρμωμένου , μή τινες κατ’ ὁδὸν κλῶπες κακοῦργοι ἐπὶ δηλήσι φανέωσι ὑμῖν . Πρὸς δὲ τούτῳ καὶ σέ τοι χρεόν ἐστι ἰέναι ἔνθα ἀπολαμπρυνέαι τοῖσι ἔργοισι · πατρώιόν τε γάρ τοί ἐστι καὶ προσέτι ῥώμη ὑπάρχει . ʹ