1.37 Ταῦτα ἀμείψατο . Ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν ἐπεσέρχεται τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί . Οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν λέγει πρὸς αὐτὸν νεηνίης τάδε · ʹ πάτερ , τὰ κάλλιστα πρότερόν κοτε καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτῶντας εὐδοκιμέειν . Νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις , οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην . Νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτῶντα φαίνεσθαι ; κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι , κοῖος δέ τις τῇ νεογάμῳ γυναικί ; κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν ; Ἐμὲ ὦν σὺ μέθες ἰέναι ἐπὶ τὴν θήρην , λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεύμενα . ʹ
1.38 Ἀμείβεται Κροῖσος τοῖσδε · ʹ παῖ , οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών τοι ποιέω ταῦτα , ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι , ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι . Πρὸς ὦν τὴν ὄψιν ταύτην τόν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω , φυλακὴν ἔχων , εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι . Εἷς γάρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς · τὸν γὰρ δὴ ἕτερον , διεφθαρμένον τὴν ἀκοήν , οὐκ εἶναί μοι λογίζομαι . ʹ