1.36 μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου , ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα · ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε , πολλάκις δὲ οἱ Μυσοὶ ἐπ’ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν , ἔπασχον δὲ πρὸς αὐτοῦ . Τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε ʹ βασιλεῦ , ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ , ὃς τὰ ἔργα διαφθείρει . Τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα . Νῦν ὦν προσδεόμεθά σεο τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν , ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης . ʹ Οἱ μὲν δὴ τούτων ἐδέοντο , Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε · ʹ Παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι · οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι · νεόγαμός τε γάρ ἐστι καὶ ταῦτά οἱ νῦν μέλει . Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης . ʹ