1.25 Ἀλυάττης δὲ Λυδὸς τὸν πρὸς Μιλησίους πόλεμον διενείκας μετέπειτα τελευτᾷ , βασιλεύσας ἔτεα ἑπτὰ καὶ πεντήκοντα . Ἀνέθηκε δὲ ἐκφυγὼν τὴν νοῦσον δεύτερος οὗτος τῆς οἰκίης ταύτης ἐς Δελφοὺς κρητῆρά τε ἀργύρεον μέγαν καὶ ὑποκρητηρίδιον σιδήρεον κολλητόν , θέης ἄξιον διὰ πάντων τῶν ἐν Δελφοῖσι ἀναθημάτων , Γλαύκου τοῦ Χίου ποίημα , ὃς μοῦνος δὴ πάντων ἀνθρώπων σιδήρου κόλλησιν ἐξεῦρε .
1.26 Τελευτήσαντος δὲ Ἀλυάττεω ἐξεδέξατο τὴν βασιληίην Κροῖσος Ἀλυάττεω , ἐτέων ἐὼν ἡλικίην πέντε καὶ τριήκοντα , ὃς δὴ Ἑλλήνων πρώτοισι ἐπεθήκατο Ἐφεσίοισι . Ἔνθα δὴ οἱ Ἐφέσιοι πολιορκεόμενοι ὑπ’ αὐτοῦ ἀνέθεσαν τὴν πόλιν τῇ Ἀρτέμιδι , ἐξάψαντες ἐκ τοῦ νηοῦ σχοινίον ἐς τὸ τεῖχος · ἔστι δὲ μεταξὺ τῆς τε παλαιῆς πόλιος , τότε ἐπολιορκέετο , καὶ τοῦ νηοῦ ἑπτὰ στάδιοι . Πρώτοισι μὲν δὴ τούτοισι ἐπεχείρησε Κροῖσος , μετὰ δὲ ἐν μέρεϊ ἑκάστοισι Ἰώνων τε καὶ Αἰολέων , ἄλλοισι ἄλλας αἰτίας ἐπιφέρων , τῶν μὲν ἐδύνατο μέζονας παρευρίσκειν , μέζονα ἐπαιτιώμενος , τοῖσι δὲ αὐτῶν καὶ φλαῦρα ἐπιφέρων .