1.27 Ὡς δὲ ἄρα οἱ ἐν τῇ Ἀσίῃ Ἕλληνες κατεστράφατο ἐς φόρου ἀπαγωγήν , τὸ ἐνθεῦτεν ἐπενόεε νέας ποιησάμενος ἐπιχειρέειν τοῖσι νησιώτῃσι . Ἐόντων δέ οἱ πάντων ἑτοίμων ἐς τὴν ναυπηγίην , οἱ μὲν Βίαντα λέγουσι τὸν Πριηνέα ἀπικόμενον ἐς Σάρδις , οἱ δὲ Πιττακὸν τὸν Μυτιληναῖον , εἰρομένου Κροίσου εἴ τι εἴη νεώτερον περὶ τὴν Ἑλλάδα , εἰπόντα τάδε καταπαῦσαι τὴν ναυπηγίην · ʹ βασιλεῦ , νησιῶται ἵππον συνωνέονται μυρίην , ἐς Σάρδις τε καὶ ἐπὶ σὲ ἐν νόῳ ἔχοντες στρατεύεσθαι . ʹ Κροῖσον δέ , ἐλπίσαντα λέγειν ἐκεῖνον ἀληθέα , εἰπεῖν · ʹ Αἲ γὰρ τοῦτο θεοὶ ποιήσειαν ἐπὶ νόον νησιώτῃσι , ἐλθεῖν ἐπὶ Λυδῶν παῖδας σὺν ἵπποισι . ʹ Τὸν δὲ ὑπολαβόντα φάναι · ʹ βασιλεῦ , προθύμως μοι φαίνεαι εὔξασθαι νησιώτας ἱππευομένους λαβεῖν ἐν ἠπείρῳ , οἰκότα ἐλπίζων · νησιώτας δὲ τί δοκέεις εὔχεσθαι ἄλλο , ἐπείτε τάχιστα ἐπύθοντό σε μέλλοντα ἐπὶ σφίσι ναυπηγέεσθαι νέας , λαβεῖν ἀρώμενοι Λυδοὺς ἐν θαλάσσῃ , ἵνα ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ οἰκημένων Ἑλλήνων τείσωνταί σε , τοὺς σὺ δουλώσας ἔχεις ; ʹ Κάρτα τε ἡσθῆναι Κροῖσον τῷ ἐπιλόγῳ καί οἱ , προσφυέως γὰρ δόξαι λέγειν , πειθόμενον παύσασθαι τῆς ναυπηγίης . Καὶ οὕτω τοῖσι τὰς νήσους οἰκημένοισι Ἴωσι ξεινίην συνεθήκατο . ʹ