1.24 Τοῦτον τὸν Ἀρίονα λέγουσι , τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ , ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην , ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι . Ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος , πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων · τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα · τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι , χρήματα μέν σφι προϊέντα , ψυχὴν δὲ παραιτεόμενον . Οὐκ ὦν δὴ πείθειν αὐτὸν τούτοισι , ἀλλὰ κελεύειν τοὺς πορθμέας αὐτὸν διαχρᾶσθαί μιν , ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ , ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην . Ἀπειληθέντα δὲ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι , ἐπειδή σφι οὕτω δοκέοι , περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι · ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσεσθαι . Καὶ τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ , ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα . Τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην , στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον , τελευτῶντα δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ . Καὶ τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον , τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον . Ἀποβάντα δὲ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός . Περίανδρον δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα , ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων · ὡς δὲ ἄρα παρεῖναι αὐτούς , κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος . Φαμένων δὲ ἐκείνων ὡς εἴη τε σόος περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι , ἐπιφανῆναί σφι τὸν Ἀρίονα ὥσπερ ἔχων ἐξεπήδησε · καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι . Ταῦτα μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι , καὶ Ἀρίονος ἔστι ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ , ἐπὶ δελφῖνος ἐπεὼν ἄνθρωπος .