1.18 Ταῦτα ποιέων ἐπολέμεε ἔτεα ἕνδεκα , ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο ἔν τε Λιμενηίῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ . Τὰ μέν νυν ἓξ ἔτεα τῶν ἕνδεκα Σαδυάττης Ἄρδυος ἔτι Λυδῶν ἦρχε καὶ ἐσβάλλων τηνικαῦτα ἐς τὴν Μιλησίην τὴν στρατιήν · Σαδυάττης οὗτος γὰρ καὶ τὸν πόλεμον ἦν συνάψας · τὰ δὲ πέντε τῶν ἐτέων τὰ ἑπόμενα τοῖσι ἓξ Ἀλυάττης Σαδυάττεω ἐπολέμεε , ὃς παραδεξάμενος , ὡς καὶ πρότερόν μοι δεδήλωται , παρὰ τοῦ πατρὸς τὸν πόλεμον προσεῖχε ἐντεταμένως . Τοῖσι δὲ Μιλησίοισι οὐδαμοὶ Ἰώνων τὸν πόλεμον τοῦτον συνεπελάφρυνον ὅτι μὴ Χῖοι μοῦνοι · οὗτοι δὲ τὸ ὅμοιον ἀνταποδιδόντες ἐτιμώρεον · καὶ γὰρ δὴ πρότερον οἱ Μιλήσιοι τοῖσι Χίοισι τὸν πρὸς Ἐρυθραίους πόλεμον συνδιήνεικαν .
1.19 Τῷ δὲ δυωδεκάτῳ ἔτεϊ ληίου ἐμπιπραμένου ὑπὸ τῆς στρατιῆς συνηνείχθη τι τοιόνδε γενέσθαι πρῆγμα · ὡς ἅφθη τάχιστα τὸ λήιον , ἀνέμῳ βιώμενον ἅψατο νηοῦ Ἀθηναίης ἐπίκλησιν Ἀσσησίης , ἁφθεὶς δὲ νηὸς κατεκαύθη . Καὶ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο , μετὰ δὲ τῆς στρατιῆς ἀπικομένης ἐς Σάρδις ἐνόσησε Ἀλυάττης . Μακροτέρης δέ οἱ γινομένης τῆς νούσου , πέμπει ἐς Δελφοὺς θεοπρόπους , εἴτε δὴ συμβουλεύσαντός τεο , εἴτε καὶ αὐτῷ ἔδοξε πέμψαντα τὸν θεὸν ἐπειρέσθαι περὶ τῆς νούσου . Τοῖσι δὲ Πυθίη ἀπικομένοισι ἐς Δελφοὺς οὐκ ἔφη χρήσειν , πρὶν τὸν νηὸν τῆς Ἀθηναίης ἀνορθώσωσι , τὸν ἐνέπρησαν χώρης τῆς Μιλησίης ἐν Ἀσσησῷ .