1.16 Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττης Ἄρδυος , καὶ ἐβασίλευσε ἔτεα δυώδεκα , Σαδυάττεω δὲ Ἀλυάττης . Οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι , Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε , Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε , ἐς Κλαζομενάς τε ἐσέβαλε . Ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε , ἀλλὰ προσπταίσας μεγάλως . Ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε ·
1.17 ἐπολέμησε Μιλησίοισι , παραδεξάμενος τὸν πόλεμον παρὰ τοῦ πατρός . Ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε . Ὅκως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός , τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν · ἐστρατεύετο δὲ ὑπὸ συρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηίου τε καὶ ἀνδρηίου . Ὡς δὲ ἐς τὴν Μιλησίην ἀπίκοιτο , οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὔτε κατέβαλλε οὔτε ἐνεπίμπρη οὔτε θύρας ἀπέσπα , ἔα δὲ κατὰ χώρην ἑστάναι · δὲ τά τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκως διαφθείρειε , ἀπαλλάσσετο ὀπίσω . Τῆς γὰρ θαλάσσης οἱ Μιλήσιοι ἐπεκράτεον , ὥστε ἐπέδρης μὴ εἶναι ἔργον τῇ στρατιῇ . Τὰς δὲ οἰκίας οὐ κατέβαλλε Λυδὸς τῶνδε εἵνεκα , ὅκως ἔχοιεν ἐνθεῦτεν ὁρμώμενοι τὴν γῆν σπείρειν τε καὶ ἐργάζεσθαι οἱ Μιλήσιοι , αὐτὸς δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ σίνεσθαι ἐσβάλλων .