1.20 Δελφῶν οἶδα ἐγὼ οὕτω ἀκούσας γενέσθαι · Μιλήσιοι δὲ τάδε προστιθεῖσι τούτοισι , Περίανδρον τὸν Κυψέλου ἐόντα Θρασυβούλῳ τῷ τότε Μιλήτου τυραννεύοντι ξεῖνον ἐς τὰ μάλιστα , πυθόμενον τὸ χρηστήριον τὸ τῷ Ἀλυάττῃ γενόμενον , πέμψαντα ἄγγελον κατειπεῖν , ὅκως ἄν τι προειδὼς πρὸς τὸ παρεὸν βουλεύηται . Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι .
1.21 Ἀλυάττης δέ , ὥς οἱ ταῦτα ἐξηγγέλθη , αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ . μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν , Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν , μηχανᾶται τοιάδε · ὅσος ἦν ἐν τῷ ἄστεϊ σῖτος καὶ ἑωυτοῦ καὶ ἰδιωτικός , τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι , ἐπεὰν αὐτὸς σημήνῃ , τότε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήλους .