1.14 Τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι , Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα , ἀλλ’ ὅσα μὲν ἀργύρου ἀναθήματα , ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι , πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί , κρητῆρές οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται . Ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ σταθμὸν ἔχοντες τριήκοντα τάλαντα · ἀληθέϊ δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ θησαυρός , ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος . Οὗτος δὲ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω , Φρυγίης βασιλέα . Ἀνέθηκε γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε , ἐόντα ἀξιοθέητον · κεῖται δὲ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες . δὲ χρυσὸς οὗτος καὶ ἄργυρος , τὸν Γύγης ἀνέθηκε , ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην . Ἐσέβαλε μέν νυν στρατιὴν καὶ οὗτος , ἐπείτε ἦρξε , ἔς τε Μίλητον καὶ ἐς Σμύρνην , καὶ Κολοφῶνος τὸ ἄστυ εἷλε . Ἀλλ’ οὐδὲν γὰρ μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βασιλεύσαντος δυῶν δέοντα τεσσεράκοντα ἔτεα , τοῦτον μὲν παρήσομεν τοσαῦτα ἐπιμνησθέντες ,
1.15 Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι . Οὗτος δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε · ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον .