1.12 Ὡς δὲ ἤρτυσαν τὴν ἐπιβουλήν , νυκτὸς γενομένης οὐ γὰρ ἐμετίετο Γύγης , οὐδέ οἱ ἦν ἀπαλλαγὴ οὐδεμία , ἀλλ’ ἔδεε αὐτὸν ἀπολωλέναι Κανδαύλην εἵπετο ἐς τὸν θάλαμον τῇ γυναικί . Καί μιν ἐκείνη ἐγχειρίδιον δοῦσα κατακρύπτει ὑπὸ τὴν αὐτὴν θύρην . Καὶ μετὰ ταῦτα ἀναπαυομένου Κανδαύλεω ὑπεκδύς τε καὶ ἀποκτείνας αὐτὸν ἔσχε καὶ τὴν γυναῖκα καὶ τὴν βασιληίην Γύγης · τοῦ καὶ Ἀρχίλοχος Πάριος , κατὰ τὸν αὐτὸν χρόνον γενόμενος , ἐν ἰάμβῳ τριμέτρῳ ἐπεμνήσθη . ʹ
1.13 Ἔσχε δὲ τὴν βασιληίην καὶ ἐκρατύνθη ἐκ τοῦ ἐν Δελφοῖσι χρηστηρίου . Ὡς γὰρ δὴ οἱ Λυδοὶ δεινὸν ἐποιεῦντο τὸ Κανδαύλεω πάθος καὶ ἐν ὅπλοισι ἦσαν , συνέβησαν ἐς τὠυτὸ οἵ τε τοῦ Γύγεω στασιῶται καὶ οἱ λοιποὶ Λυδοί , ἢν μὲν δὴ τὸ χρηστήριον ἀνέλῃ μιν βασιλέα εἶναι Λυδῶν , τὸν δὲ βασιλεύειν , ἢν δὲ μή , ἀποδοῦναι ὀπίσω ἐς Ἡρακλείδας τὴν ἀρχήν . Ἀνεῖλέ τε δὴ τὸ χρηστήριον καὶ ἐβασίλευσε οὕτω Γύγης . Τοσόνδε μέντοι εἶπε Πυθίη , ὡς Ἡρακλείδῃσι τίσις ἥξει ἐς τὸν πέμπτον ἀπόγονον Γύγεω . Τούτου τοῦ ἔπεος Λυδοί τε καὶ οἱ βασιλέες αὐτῶν λόγον οὐδένα ἐποιεῦντο , πρὶν δὴ ἐπετελέσθη .