1.11 Τότε μὲν δὴ οὕτως οὐδὲν δηλώσασα ἡσυχίην εἶχε · ὡς δὲ ἡμέρη τάχιστα ἐγεγόνεε , τῶν οἰκετέων τοὺς μάλιστα ὥρα πιστοὺς ἐόντας ἑωυτῇ ἑτοίμους ποιησαμένη , ἐκάλεε τὸν Γύγην . δὲ οὐδὲν δοκέων αὐτὴν τῶν πρηχθέντων ἐπίστασθαι ἦλθε καλεόμενος · ἐώθεε γὰρ καὶ πρόσθε , ὅκως βασίλεια καλέοι , φοιτᾶν . Ὡς δὲ Γύγης ἀπίκετο , ἔλεγε γυνὴ τάδε · ʹ Νῦν τοι δυῶν ὁδῶν παρεουσέων , Γύγη , δίδωμι αἵρεσιν , ὁκοτέρην βούλεαι τραπέσθαι · γὰρ Κανδαύλην ἀποκτείνας ἐμέ τε καὶ τὴν βασιληίην ἔχε τὴν Λυδῶν , αὐτόν σε αὐτίκα οὕτω ἀποθνῄσκειν δεῖ , ὡς ἂν μὴ πάντα πειθόμενος Κανδαύλῃ τοῦ λοιποῦ ἴδῃς τὰ μή σε δεῖ . Ἀλλ’ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι σὲ τὸν ἐμὲ γυμνὴν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα . ʹ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα , μετὰ δὲ ἱκέτευε μή μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν . Οὐκ ὦν δὴ ἔπειθε , ἀλλ’ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην τὸν δεσπότην ἀπολλύναι αὐτὸν ὑπ’ ἄλλων ἀπόλλυσθαι · αἱρέεται αὐτὸς περιεῖναι . Ἐπειρώτα δὴ λέγων τάδε · ʹ Ἐπεί με ἀναγκάζεις δεσπότην τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα , φέρε ἀκούσω , τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ . ʹ δὲ ὑπολαβοῦσα ἔφη · ʹ Ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ὁρμὴ ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμὲ ἐπεδέξατο γυμνήν , ὑπνωμένῳ δὲ ἐπιχείρησις ἔσται . ʹ