1.10 μὲν δή , ὡς οὐκ ἐδύνατο διαφυγεῖν , ἦν ἕτοιμος · δὲ Κανδαύλης , ἐπεὶ ἐδόκεε ὥρη τῆς κοίτης εἶναι , ἤγαγε τὸν Γύγην ἐς τὸ οἴκημα , καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ γυνή · ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο Γύγης . Ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικὸς ἐς τὴν κοίτην , ὑπεκδὺς ἐχώρεε ἔξω . Καὶ γυνὴ ἐπορᾷ μιν ἐξιόντα . Μαθοῦσα δὲ τὸ ποιηθὲν ἐκ τοῦ ἀνδρὸς οὔτε ἀνέβωσε αἰσχυνθεῖσα οὔτε ἔδοξε μαθεῖν , ἐν νόῳ ἔχουσα τείσεσθαι τὸν Κανδαύλην · παρὰ γὰρ τοῖσι Λυδοῖσι , σχεδὸν δὲ καὶ παρὰ τοῖσι ἄλλοισι βαρβάροισι , καὶ ἄνδρα ὀφθῆναι γυμνὸν ἐς αἰσχύνην μεγάλην φέρει .