1.9 μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο , ἀρρωδέων μή τί οἱ ἐξ αὐτῶν γένηται κακόν . δ’ ἀμείβετο τοῖσδε · ʹ Θάρσεε , Γύγη , καὶ μὴ φοβέο μήτε ἐμέ , ὥς σεο πειρώμενος λέγω λόγον τόνδε , μήτε γυναῖκα τὴν ἐμήν , μή τί τοι ἐξ αὐτῆς γένηται βλάβος · ἀρχὴν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδὲ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σέο . Ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω · μετὰ δ’ ἐμὲ ἐσελθόντα αὐτίκα παρέσται καὶ γυνὴ ἐμὴ ἐς κοῖτον . Κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος · ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἓν ἕκαστον ἐκδύνουσα θήσει καὶ κατ’ ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι . Ἐπεὰν δὲ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνὴν κατὰ νώτου τε αὐτῆς γένῃ , σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μή σε ὄψεται ἰόντα διὰ θυρέων . ʹ