1.8 Οὗτος δὴ ὦν Κανδαύλης ἠράσθη τῆς ἑωυτοῦ γυναικός , ἐρασθεὶς δὲ ἐνόμιζέ οἱ εἶναι γυναῖκα πολλὸν πασέων καλλίστην . ὥστε δὲ ταῦτα νομίζων , ἦν γάρ οἱ τῶν αἰχμοφόρων Γύγης Δασκύλου ἀρεσκόμενος μάλιστα , τούτῳ τῷ Γύγῃ καὶ τὰ σπουδαιέστερα τῶν πρηγμάτων ὑπερετίθετο Κανδαύλης καὶ δὴ καὶ τὸ εἶδος τῆς γυναικὸς ὑπερεπαινέων . Χρόνου δὲ οὐ πολλοῦ διελθόντος , χρῆν γὰρ Κανδαύλῃ γενέσθαι κακῶς , ἔλεγε πρὸς τὸν Γύγην τοιάδε · ʹ Γύγη , οὐ γάρ σε δοκέω πείθεσθαί μοι λέγοντι περὶ τοῦ εἴδεος τῆς γυναικός ὦτα γὰρ τυγχάνει ἀνθρώποισι ἐόντα ἀπιστότερα ὀφθαλμῶν , ποίεε ὅκως ἐκείνην θεήσεαι γυμνήν . ʹ δὲ μέγα ἀμβώσας εἶπε · ʹ Δέσποτα , τίνα λέγεις λόγον οὐκ ὑγιέα , κελεύων με δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνήν ; Ἅμα δὲ κιθῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδῶ γυνή . Πάλαι δὲ τὰ καλὰ ἀνθρώποισι ἐξεύρηται , ἐκ τῶν μανθάνειν δεῖ · ἐν τοῖσι ἓν τόδε ἐστί , σκοπέειν τινὰ τὰ ἑωυτοῦ . Ἐγὼ δὲ πείθομαι ἐκείνην εἶναι πασέων γυναικῶν καλλίστην , καί σεο δέομαι μὴ δέεσθαι ἀνόμων . ʹ