1.6 Κροῖσος ἦν Λυδὸς μὲν γένος , παῖς δὲ Ἀλυάττεω , τύραννος δὲ ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ , ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον . Οὗτος Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν , τοὺς δὲ φίλους προσεποιήσατο . Κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ , φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους . Πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι . Τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον , Κροίσου ἐὸν πρεσβύτερον , οὐ καταστροφὴ ἐγένετο τῶν πολίων , ἀλλ’ ἐξ ἐπιδρομῆς ἁρπαγή .
1.7 δὲ ἡγεμονίη οὕτω περιῆλθε , ἐοῦσα Ἡρακλειδέων , ἐς τὸ γένος τὸ Κροίσου , καλεομένους δὲ Μερμνάδας . Ἦν Κανδαύλης , τὸν οἱ Ἕλληνες Μυρσίλον ὀνομάζουσι , τύραννος Σαρδίων , ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος . Ἄγρων μὲν γὰρ Νίνου τοῦ Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἡρακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων , Κανδαύλης δὲ Μύρσου ὕστατος . Οἱ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοι Λυδοῦ τοῦ Ἄτυος , ἀπ’ ὅτεο δῆμος Λύδιος ἐκλήθη πᾶς οὗτος , πρότερον Μηίων καλεόμενος . Παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχὴν ἐκ θεοπροπίου , ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος , ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεὰς ἀνδρῶν , ἔτεα πέντε τε καὶ πεντακόσια , παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν , μέχρι Κανδαύλεω τοῦ Μύρσου .