1.5 Οὕτω μὲν Πέρσαι λέγουσι γενέσθαι , καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὑρίσκουσι σφίσι ἐοῦσαν τὴν ἀρχὴν τῆς ἔχθρης τῆς ἐς τοὺς Ἕλληνας . Περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες · οὐ γὰρ ἁρπαγῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτὴν ἐς Αἴγυπτον , ἀλλ’ ὡς ἐν τῷ Ἄργεϊ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νεός · ἐπεὶ δὲ ἔμαθε ἔγκυος ἐοῦσα , αἰδεομένη τοὺς τοκέας , οὕτω δὴ ἐθελοντὴν αὐτὴν τοῖσι Φοίνιξι συνεκπλῶσαι , ὡς ἂν μὴ κατάδηλος γένηται . Ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι . Ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτως ἄλλως κως ταῦτα ἐγένετο , τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας , τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου , ὁμοίως μικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών . Τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν , τὰ πολλὰ αὐτῶν σμικρὰ γέγονε · τὰ δὲ ἐπ’ ἐμέο ἦν μεγάλα , πρότερον ἦν σμικρά . Τὴν ἀνθρωπηίην ὦν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν , ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως .