Βδελυκλέων
1145 πόθεν ὦγάθ’ ; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
1146 ὑφαίνεται πολλαῖς δαπάναις . αὕτη γέ τοι
1147 ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως .
Φιλοκλέων
1148 οὔκουν ἐριώλην δῆτ’ ἐχρῆν αὐτὴν καλεῖν
1149
Βδελυκλέων
ἔχ’ ὦγαθέ ,
1150
Φιλοκλέων
οἴμοι δείλαιος ·
1151 ὡς θερμὸν μιαρά τί μου κατήρυγεν .
Βδελυκλέων
1152
Φιλοκλέων
μὰ Δί’ οὐκ ἔγωγ’ . ἀλλ’ ὦγαθέ ,
1153 εἴπερ γ’ ἀνάγκη , κρίβανόν μ’ ἀμπίσχετε .
Βδελυκλέων
1154 φέρ’ ἀλλ’ ἐγώ σε περιβαλῶ · σὺ δ’ οὖν ἴθι .
Φιλοκλέων
1155
Βδελυκλέων
τιὴ τί δή ;
Φιλοκλέων
1156 ἵν’ ἐξέλῃς με πρὶν διερρυηκέναι .
Βδελυκλέων
1157 ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας ,
1158 τασδὶ δ’ ἀνύσας ὑπόδυθι τὰς Λακωνικάς .
Φιλοκλέων
1159 ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
1160 ἐχθρῶν παρ’ ἀνδρῶν δυσμενῆ καττύματα ;
Βδελυκλέων
1161 ἔνθες ποτ’ τᾶν κἀπόβαιν’ ἐρρωμένως
1162
Φιλοκλέων
ἀκικεῖς γέ με
1163 ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα .
Βδελυκλέων
1164
Φιλοκλέων
μηδαμῶς τοῦτόν γ’ , ἐπεὶ
1165 πάνυ μισολάκων αὐτοῦ ’στιν εἷς τῶν δακτύλων .
Βδελυκλέων
1166
Φιλοκλέων
κακοδαίμων ἐγώ ,
1167 ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι .
Βδελυκλέων
1168 ἄνυσόν ποθ’ ὑποδησάμενος · εἶτα πλουσίως
1169 ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον .