Φιλοκλέων
1122 οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι ,
1123 ἐπεὶ μόνος μ’ ἔσωσε παρατεταγμένον ,
1124 ὅθ’ βορέας μέγας ἐπεστρατεύσατο .
Βδελυκλέων
1125 ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν .
Φιλοκλέων
1126 μὰ τὸν Δί’ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον .
1127 καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
1128 ἀπέδωκ’ ὀφείλων τῷ κναφεῖ τριώβολον .
Βδελυκλέων
1129 ἀλλ’ οὖν πεπειράσθω γ’ , ἐπειδήπερ γ’ ἅπαξ
1130 ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν .
Φιλοκλέων
1131
Βδελυκλέων
τὸν τρίβων’ ἄφες ,
1132 τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς .
Φιλοκλέων
1133 ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν ,
1134 ὅθ’ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται ;
Βδελυκλέων
1135 ἔχ’ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει .
Φιλοκλέων
1136 τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν ;
Βδελυκλέων
1137 οἱ μὲν καλοῦσι Περσίδ’ οἱ δὲ καυνάκην .
Φιλοκλέων
1138 ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα .
Βδελυκλέων
1139 κοὐ θαῦμά γ’ · ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας .
1140
Φιλοκλέων
ἐγώ ;
1141 μὰ τὸν Δί’ οὐ τοίνυν · ἀτὰρ δοκεῖ γέ μοι
1142 ἐοικέναι μάλιστα Μορύχου σάγματι .
Βδελυκλέων
1143 οὔκ , ἀλλ’ ἐν Ἐκβατάνοισι ταῦθ’ ὑφαίνεται .
Φιλοκλέων
1144 ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ ;