Φιλοκλέων
590 ἔτι δ’ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ’ ἀπορήσῃ
591 ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι ·
592 εἶτ’ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
593 οὐχὶ προδώσειν ἡμᾶς φασίν , περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι .
594 κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ’ ἐνίκησεν , ἐὰν μὴ
595 εἴπῃ τὰ δικαστήρι’ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας ·
596 αὐτὸς δὲ Κλέων κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει ,
597 ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει .
598 σὺ δὲ τὸν πατέρ’ οὐδ’ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ’
599 ἀλλὰ Θέωρος , καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων ,
600 τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι’ ἡμῶν περικωνεῖ .
601 σκέψαι μ’ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις ,
602 ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν .
Βδελυκλέων
603 ἔμπλησο λέγων · πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
604 πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου .