Βδελυκλέων
576 δεύτερον αὖ σου τουτὶ γράφομαι , τὴν τοῦ πλούτου καταχήνην ·
577 καὶ τἀγαθά μοι μέμνησ’ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν .
Φιλοκλέων
578 παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι .
579 κἂν Οἴαγρος εἰσέλθῃ φεύγων , οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
580 ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας .
581 κἂν αὐλητής γε δίκην νικᾷ , ταύτης ἡμῖν ἐπίχειρα
582 ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ’ ἀπιοῦσι .
583 κἂν ἀποθνῄσκων πατήρ τῳ δῷ καταλείπων παῖδ’ ἐπίκληρον ,
584 κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
585 καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ ,
586 ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ .
587 καὶ ταῦτ’ ἀνυπεύθυνοι δρῶμεν , τῶν δ’ ἄλλων οὐδεμἴ ἀρχή .
Βδελυκλέων
588 τουτὶ γάρ τοι σεμνόν , τούτων ὧν εἴρηκας μακαρίζω ·
589 τῆς δ’ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων .